Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.103 Joseph. BJ 7.110 (English) >>Joseph. BJ 7.117

7.107τῆς δὲ βουλῆς καὶ τοῦ δήμου τῶν Ἀντιοχέων πολλὰς ποιησαμένων δεήσεις ἐλθεῖν εἰς τὸ θέατρον αὐτόν, ἐν πᾶν τὸ πλῆθος ἠθροισμένον ἐξεδέχετο, φιλανθρώπως ὑπήκουσε. 7.108πάλιν δʼ αὐτῶν σφόδρα λιπαρῶς ἐγκειμένων καὶ συνεχῶς δεομένων ἐξελάσαι τῆς πόλεως τοὺς Ἰουδαίους, εὔστοχον ἐποιήσατο τὴν ἀπόκρισιν, 7.109εἰπώνἀλλʼ γε πατρὶς αὐτῶν, εἰς ἣν ἐκβαλεῖν ἐχρῆν ὄντας Ἰουδαίους, ἀνῄρηται, καὶ δέξαιτʼ ἂν οὐδεὶς αὐτοὺς ἔτι τόπος.” 7.110ἐπὶ δευτέραν οὖν Ἀντιοχεῖς τρέπονται δέησιν τῆς προτέρας ἀποστάντες· τὰς γὰρ χαλκᾶς ἠξίουν δέλτους ἀνελεῖν αὐτόν, ἐν αἷς γέγραπται τὰ δικαιώματα τῶν Ἰουδαίων. 7.111οὐ μὴν οὐδὲ τοῦτο Τίτος ἐπένευσεν αὐτοῖς, ἀλλʼ ἐάσας πάντα κατὰ χώραν τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ὡς πρότερον εἶχον εἰς Αἴγυπτον ἀπηλλάττετο. 7.112καὶ κατὰ τὴν πορείαν τοῖς Ἱεροσολύμοις προσελθὼν καὶ τὴν λυπρὰν ἐρημίαν βλεπομένην ἀντιτιθεὶς τῇ ποτε τῆς πόλεως λαμπρότητι, καὶ τὸ μέγεθος τῶν ἐρρηγμένων κατασκευασμάτων καὶ τὸ πάλαι

-- --

κάλλος εἰς μνήμην βαλλόμενος, ᾤκτειρε τῆς πόλεως τὸν ὄλεθρον, 7.113οὐχ ὥσπερ ἄν τις αὐχῶν ὅτι τηλικαύτην οὖσαν καὶ τοσαύτην εἷλε κατὰ κράτος, ἀλλὰ πολλάκις ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως ὑπάρξασι καὶ ταύτην ἐπὶ τῇ πόλει τὴν τιμωρίαν γενέσθαι παρασκευάσασιν· οὕτως ἔκδηλος ἦν οὐκ ἂν θελήσας ἐκ τῆς συμφορᾶς τῶν κολασθέντων γενέσθαι τῆς ἀρετῆς τὴν ἐπιφάνειαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.103 Joseph. BJ 7.110 (English) >>Joseph. BJ 7.117

Powered by PhiloLogic